Biblio > Sources > 609

Type de textesource
TitreὙπὲρ τῶν πολέμων λόγοι
AuteursProcope de Césarée (Προκόπιος Καισαρεύς)
Date de rédaction552:554
Date de publication originale
Titre traduitHistoria de las guerras. Guerra gótica
Auteurs de la traductionFlores Rubio, José
Date de traduction2006
Date d'édition moderne ou de réédition
Editeur moderne
Date de reprint

, "La Guerre contre les Goths", IV, 21 (cf Overbeck 552)

[11] ἔλεγεν οὖν ὁ Ῥωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ῥώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς ἣν Φόρον Εἰρήνης καλοῦσι Ῥωμαῖοι: [12] ἐνταῦθα γάρ πη ὁ τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, τοῦ Ἀθηναίου ἢ Λυσίππου ἔργον. [13] ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον: τοῦτο γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα. [14] ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ῥωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα ἐγκαλλωπίσματα Ῥώμης ποιήσασθαι. [15] ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆς τε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύσαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι.

Dans :Myron, la Vache(Lien)